← Humanitext Reader

プラトン『テアイテトス』 urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2

← 前次 →

ΣΩ. οὐκοῦν καὶ περὶ πολιτικῶν, καλὰ μὲν καὶ αἰσχρὰ καὶ δίκαια καὶ ἄδικα καὶ ὅσια καὶ μή, οἷα ἂν ἑκάστη πόλις οἰηθεῖσα θῆται νόμιμα αὑτῇ, ταῦτα καὶ εἶναι τῇ ἀληθείᾳ ἑκάστῃ, καὶ ἐν τούτοις μὲν οὐδὲν σοφώτερον οὔτε ἰδιώτην ἰδιώτου οὔτε πόλιν πόλεως εἶναι· ἐν δὲ τῷ συμφέροντα ἑαυτῇ ἢ μὴ συμφέροντα τίθεσθαι, ἐνταῦθʼ, εἴπερ που, αὖ ὁμολογήσει σύμβουλόν τε συμβούλου διαφέρειν καὶ πόλεως δόξαν ἑτέραν ἑτέρας πρὸς ἀλήθειαν, καὶ οὐκ ἂν πάνυ τολμήσειε φῆσαι, ἃ ἂν θῆται πόλις συμφέροντα οἰηθεῖσα αὑτῇ, παντὸς μᾶλλον ταῦτα καὶ συνοίσειν· ἀλλʼ ἐκεῖ οὗ λέγω, ἐν τοῖς δικαίοις καὶ ἀδίκοις καὶ ὁσίοις καὶ ἀνοσίοις, ἐθέλουσιν ἰσχυρίζεσθαι ὡς οὐκ ἔστι φύσει αὐτῶν οὐδὲν οὐσίαν ἑαυτοῦ ἔχον, ἀλλὰ τὸ κοινῇ δόξαν τοῦτο γίγνεται ἀληθὲς τότε, ὅταν δόξῃ καὶ ὅσον ἂν δοκῇ χρόνον. καὶ ὅσοι γε ἂν μὴ παντάπασι τὸν Πρωταγόρου λόγον λέγωσιν, ὧδέ πως τὴν σοφίαν ἄγουσι. λόγος δὲ ἡμᾶς, ὦ Θεόδωρε, ἐκ λόγου μείζων ἐξ ἐλάττονος καταλαμβάνει. ΘΕΟ. οὐκοῦν σχολὴν ἄγομεν, ὦ Σώκρατες; ΣΩ. φαινόμεθα. καὶ πολλάκις μέν γε δή, ὦ δαιμόνιε, καὶ ἄλλοτε κατενόησα, ἀτὰρ καὶ νῦν, ὡς εἰκότως οἱ ἐν ταῖς φιλοσοφίαις πολὺν χρόνον διατρίψαντες εἰς τὰ δικαστήρια ἰόντες γελοῖοι φαίνονται ῥήτορες. ΘΕΟ. πῶς δὴ οὖν λέγεις; ΣΩ. κινδυνεύουσιν οἱ ἐν δικαστηρίοις καὶ τοῖς τοιούτοις ἐκ νέων κυλινδούμενοι πρὸς τοὺς ἐν φιλοσοφίᾳ καὶ τῇ τοιᾷδε διατριβῇ τεθραμμένους ὡς οἰκέται πρὸς ἐλευθέρους τεθράφθαι. ΘΕΟ. πῇ δή; ΣΩ. ἧι τοῖς μὲν τοῦτο ὃ σὺ εἶπες ἀεὶ πάρεστι, σχολή, καὶ τοὺς λόγους ἐν εἰρήνῃ ἐπὶ σχολῆς ποιοῦνται· ὥσπερ ἡμεῖς νυνὶ τρίτον ἤδη λόγον ἐκ λόγου μεταλαμβάνομεν, οὕτω κἀκεῖνοι, ἐὰν αὐτοὺς ὁ ἐπελθὼν τοῦ προκειμένου μᾶλλον καθάπερ ἡμᾶς ἀρέσῃ· καὶ διὰ μακρῶν ἢ βραχέων μέλει οὐδὲν λέγειν, ἂν μόνον τύχωσι τοῦ ὄντος· οἱ δὲ ἐν ἀσχολίᾳ τε ἀεὶ λέγουσι—κατεπείγει γὰρ ὕδωρ ῥέον—καὶ οὐκ ἐγχωρεῖ περὶ οὗ ἂν ἐπιθυμήσωσι τοὺς λόγους ποιεῖσθαι, ἀλλʼ ἀνάγκην ἔχων ὁ ἀντίδικος ἐφέστηκεν καὶ ὑπογραφὴν παραναγιγνωσκομένην ὧν ἐκτὸς οὐ ῥητέον · οἱ δὲ λόγοι ἀεὶ περὶ ὁμοδούλου πρὸς δεσπότην καθήμενον, ἐν χειρί τινα δίκην ἔχοντα, καὶ οἱ ἀγῶνες οὐδέποτε τὴν ἄλλως ἀλλʼ ἀεὶ τὴν περὶ αὐτοῦ, πολλάκις δὲ καὶ περὶ ψυχῆς ὁ δρόμος· ὥστʼ ἐξ ἁπάντων τούτων ἔντονοι καὶ δριμεῖς γίγνονται, ἐπιστάμενοι τὸν δεσπότην λόγῳ τε θωπεῦσαι καὶ ἔργῳ ὑπελθεῖν, σμικροὶ δὲ καὶ οὐκ ὀρθοὶ τὰς ψυχάς.

ソクラテス:それでは政治的事柄(ポリティカ)についても同様だろうか。美(カロン)と醜、正と不正、敬虔と不敬について、それぞれのポリスがそれを正しい(ノミマ)と思い、自らのために法として定めた事柄は、そのポリスにとって真実(アレーテイア)として存在し、これらの点においては、個人が他の個人より、あるいはポリスが他のポリスより知恵(ソフィア)があるということは全くない。しかし、自らにとって有益(シュンフェロン)であるか否かを定める場合には、もしどこかに違いがあるとすれば、ここにおいてこそ、助言者が他の助言者に勝り、あるポリスの思わく(ドクサ)が他のそれよりも真実に対して異なると、プロタゴラスも再び認めるだろう。そして、ポリスが自らに有益だと思って定めたことが、 必ずや有益になるだろう、などとは決してあえて言おうとはしないはずだ。だが私が今言っているあの場合、すなわち正・不正、敬虔・不敬といった事柄においては、それらが本性(ピュシス)として自らの実在(ウーシアー)を持っているものは何一つなく、むしろ公共の場での思いこそが、それが思われた時に、そして思われている時間だけ、真実になるのだ、と彼らは主張したがる。そして、プロタゴラスの説を完全には採らない人々も、知恵を大体そのように導くのだ。しかしテオドロスよ、議論(ロゴス)が議論から、小さなものからより大きなものへと、我々を 捕らえようとしている。 テオドロス:ソクラテス、我々には余暇(スコーレー)があるのではないですか。 ソクラテス:そのようだ。実のところ、私は以前から何度か、そして今も改めて痛感しているのだが、哲学(フィロソフィアー)に長い時間を費やした人々が、法廷に出向いて弁論家(レートール)として振る舞うとき、無様に(ゲロイオイ)見えるのは当然のことなのだ。 テオドロス:それはどういう意味で言っておられるのですか。 ソクラテス:若いうちから法廷やその種の場所に浸ってきた人々は、哲学や その種の探究の中で育ってきた人々に対して、自由人に対する奴隷のような関係で育てられてきたように思われるのだ。 テオドロス:それはどのような点でですか。 ソクラテス:一方は、君が今言った「余暇」を常に持っており、平和な余暇の中で議論を行う。我々が今、一つの議論から別の議論へ、そして三つ目の議論へと移っているように、彼らもまた、我々と同じように、次に現れる議論が目の前のものより気に入れば、そうする。そして、真実にたどり着くことさえできれば、長く話そうが短く話そうが、彼らにはどうでもよいことなのだ。しかし他方の人々は、常に余暇のない(アスコーリアー) 状態で語る。というのも、流れる水が彼らを追い立てるからだ。自分が望む事柄について議論を交わす余裕はなく、対立当事者が強制力を持って傍らに立ち、論点から外れて語るべきではない事柄の要綱(ウポグラフェー)が読み上げられる。彼らの弁論は、常に目の前に座っている主人(デスポテース)である判事に対して、同じ奴隷仲間についてなされるものであり、その争いは決して的外れなものではなく、常に自分自身に関わるものであり、しばしば自分自身の魂(プシュケー) すなわち命をかけた競走なのだ。その結果、これらすべての状況によって、彼らは激しく鋭い性格になる。主人を言葉でへつらい、行動で取り入ることを心得ているが、魂は小さく、歪んでしまっているのだ。

注(構文)4
  1. 172aτῇ ἀληθείᾳ

    限定의 与格、あるいは方法・様態の与格として機能しており、「真実(真理)において」「実在として」という意味を表す。

  2. 172bοὐσίαν ἑαυτοῦ ἔχον

    現在分詞 ἔχον が οὐδέν に係り、「それ自体の本質を保持している(もの)」という属性を記述している。ここでは普遍的な客観的事実の否定を強調している。

  3. 172eὕδωρ ῥέον

    アテナイの法廷で使用された水時計(クレプシュドラ)を指す慣用的な表現。弁論の制限時間を象徴している。

  4. 173aπερὶ ψυχῆς ὁ δρόμος

    命をかけた重大な争いを意味する成句。元々はホメロス(『イリアス』22.161)に由来し、死刑の可能性がある裁判を指すことが多い。